B I B L I O T H E C A A U G U S T A N A
Archilochos
ca. 680 - ca. 630
P a p y r u s K ö l n I I 5 8
πάμπαν ἀποσχόμενοςˇ
ἶσον δὲ τολμ[ήσω ^
εἰ δ᾽ ὦν ἐπείγεαι καί σε θυμὸς ἰθύει,
ἔστιν ἐν ἡμετέρου
ἣ νῦν μέγ᾽ ἱμείρε[ι σέθεν
καλὴ τέρεινα παρθένοςˇ δοκέω δέ μι[ν
εἶδος ἄμωμον ἔχεινˇ
τὴν δὴ σὺ ποιή[σαι φίλην.ť
τοσαῦτ᾽ ἐφώνειˇ τὴν δ᾽ ἐγὼ ἀνταμει[βόμηνˇ
ŤἈμφιμεδοῦς θύγατερ,
ἐσθλῆς τε καὶ [περίφρονος
γυναικός, ἣν νῦν γῆ κατ᾽ εὐρώεσσ᾽ ἔ[χει,
τ]έρψιές εἰσι θεῆς
πολλαὶ νέοισιν ἀνδ[ράσιν
παρὲξ τὸ θεῖον χρῆμαˇ τῶν τις ἀρκέσε[ι.
τ]αῦτα δ᾽ ἐφ᾽ ἡσυχίης
εὖτ᾽ ἂν μελανθη[ ^
ἐ]γώ τε καὶ σὺ σὺν θεῶι βουλεύσομεν.
π]είσομαι ὥς με κέλεαιˇ
πολλὸν μ᾽ ε[ x ^
θρ]ιγκοῦ δ᾽ ἔνερθε καὶ πυλέων ὑποφ[λύσαι
μ]ή τι μέγαιρε φίληˇ
σχήσω γὰρ ἐς ποη[φόρους
κ]ήπουςˇ τὸ δὴ νῦν γνῶθι. Νεοβούλη[ν
ἄ]λλος ἀνὴρ ἐχέτωˇ
αἰαῖ, πέπειρα, δὶς τόση,
ἄν]θος δ᾽ ἀπερρύηκε παρθενήϊον
κ]αὶ χάρις ἣ πρὶν ἐπῆνˇ
κόρον γὰρ οὐ κ[ατέσχε πω,
ἥβ]ης δὲ μέτρ᾽ ἔφηνε μαινόλις γυνή.
ἐς] κόρακας ἄπεχεˇ
μὴ τοῦτ᾽ ἐφοῖτ᾽ ἀν[ ^
ὅ]πως ἐγὼ γυναῖκα τ[ο]ιαύτην ἔχων
γεί]τοσι χάρμ᾽ ἔσομαιˇ
πολλὸν σὲ βούλο[μαι ^
σὺ] μὲν γὰρ οὔτ᾽ ἄπιστος οὔτε διπλόη,
ἡ δ]ὲ μάλ᾽ ὀξυτέρη,
πολλοὺς δὲ ποιεῖτα[ι φίλουςˇ
δέ]δοιχ᾽ ὅπως μὴ τυφλὰ κἀλιτήμερα
σπ]ουδῆι ἐπειγόμενος
τὼς ὥσπερ ἡ κ[ύων τέκω.ť
τοσ]αῦτ᾽ ἐφώνεονˇ παρθένον δ᾽ ἐν ἄνθε[σιν
τηλ]εθάεσσι λαβὼν
ἔκλιναˇ μαλθακῆι δ[έ μιν
χλαί]νηι καλύψας, αὐχέν᾽ ἀγκάληις ἔχω[ν,
δεί]ματι παυ[σ]αμένην
τὼς ὥστε νεβρ[ὸν ^
μαζ]ῶν τε χερσὶν ἠπίως ἐφηψάμην
ἧι πα]ρέφηνε νέον
ἥβης ἐπήλυσιν χρόα
ἅπαν τ]ε σῶμα καλὸν ἀμφαφώμενος
θερμ]ὸν ἀφῆκα μένος
ξανθῆς ἐπιψαύ[ων τριχός.
http://www.hs-augsburg.de/~harsch/graeca/Chronologia/S_ante07/Archilochos/arc_manu.html