spiroslyra Creative Commons License 2010.02.23 0 0 10504

Fecskedal

ἦλθ', ἦλθε χελιδὼν
καλὰς ὧρας ἄγουσα,
καλοὺς ἐνιαυτούς,
ἐπὶ γαστέρα λευκά,
ἐπὶ νῶτα μέλαινα.
παλάθαν σὺ προκύκλει
ἐκ πίονος οἴκου
οἴνου τε δέπαστρον
τυροῦ τε κάνυστρον.
καὶ πυρῶν
ἁ χελιδὼν καὶ λεκιθίταν
οὐκ ἀπωθεῖται. πότερ' ἀπίωμες ἢ λαβώμεθα;
εἰ μέν τι δώσειςˇ εἰ δὲ μή, οὐκ ἐάσομεν,
ἢ τὰν θύραν φέρωμες ἢ θοὐπέρθυρον
ἢ τὰν γυναῖκα τὰν ἔσω καθημένανˇ
μικρὰ μέν ἐστι, ῥᾳδίως νιν οἴσομες.
ἂν δὴ φέρῃς τι,
μέγα δή τι φέροιο.
ἄνοιγ' ἄνοιγε τὰν θύραν χελιδόνιˇ
οὐ γὰρ γέροντές ἐσμεν, ἀλλὰ παιδία.
Előzmény: spiroslyra (10429)