spiroslyra Creative Commons License 2008.07.16 0 0 452

Aristoxenus Mus. : Elementa harmonica : Page 19, line 1

Τούτων δ' ὄντων γνωρίμων ἐχόμενον ἂν εἴη διελθεῖν
περὶ τῆς τοῦ βαρέος τε καὶ ὀξέος διατάσεως, πότερον ἄπει-
ρος ἐφ' ἑκάτερά ἐστιν ἢ πεπερασμένη. ὅτι μὲν οὖν εἴς γε
τὴν φωνὴν τιθεμένη οὐκ ἔστιν ἄπειρος, οὐ χαλεπὸν συνι-
δεῖν. ἁπάσης γὰρ φωνῆς ὀργανικῆς τε καὶ ἀνθρωπικῆς
ὡρισμένος ἐστί τις τόπος ὃν διεξέρχεται μελῳδοῦσα ὅ τε
μέγιστος καὶ ὁ ἐλάχιστος. οὔτε γὰρ ἐπὶ τὸ μέγα δύναται
ἡ φωνὴ εἰς ἄπειρον αὔξειν τὴν τοῦ βαρέος τε καὶ ὀξέος
διάτασιν οὔτ' ἐπὶ τὸ μικρὸν συνάγειν, ἀλλ' ἵσταταί ποτε
ἐφ' ἑκάτερα. διοριστέον οὖν ἑκάτερον αὐτῶν πρὸς δύο ποι-
ουμένους τὴν ἀναφοράν, πρός τε τὸ φθεγγόμενον καὶ τὸ
κρῖνον· ταῦτα δ' ἐστὶν ἥ τε φωνὴ καὶ ἡ ἀκοή. ὃ γὰρ ἀδυ-
νατοῦσιν αὗται ἡ μὲν ποιεῖν ἡ δὲ κρίνειν, τοῦτ' ἔξω θετέον
τῆς τε χρησίμου καὶ δυνατῆς ἐν φωνῇ γενέσθαι διατάσεως.
ἐπὶ μὲν οὖν τὸ μικρὸν ἅμα πως ἐοίκασιν ἥ τε φωνὴ καὶ ἡ
αἴσθησις ἐξαδυνατεῖν· οὔτε γὰρ ἡ φωνὴ διέσεως τῆς ἐλα-
χίστης ἔλαττον ἔτι διάστημα δύναται διασαφεῖν οὐδ' ἡ ἀκοὴ
διαισθάνεσθαι ὥστε καὶ ξυνιέναι τί μέρος ἐστὶ εἴτε διέσεως
εἴτ' ἄλλου τινὸς τῶν γνωρίμων διαστημάτων. ἐπὶ δὲ
τὸ μέγα τάχ' ἂν δόξειεν ὑπερτείνειν ἡ ἀκοὴ τὴν φωνήν, οὐ
μέντοι γε πολλῷ τινι. ἀλλ' οὖν εἴτ' ἐπ' ἀμφότερα δεῖ
ταὐτὸ λαμβάνειν πέρας τῆς διατάσεως, εἴς τε τὴν φω-
νὴν καὶ τὴν ἀκοὴν βλέποντας, εἴτ' ἐπὶ μὲν τὸ ἐλάχιστον
ταὐτὸν ἐπὶ δὲ τὸ μέγιστον ἕτερον· ἔσται τι μέγιστον καὶ
ἐλάχιστον μέγεθος τῆς διατάσεως ἤτοι κοινὸν τοῦ φθεγ-
γομένου καὶ τοῦ κρίνοντος ἢ ἴδιον ἑκατέρου. ὅτι μὲν οὖν
εἴς τε τὴν φωνὴν καὶ τὴν ἀκοὴν τεθεῖσα ἡ τοῦ βαρέος τε
καὶ ὀξέος διάτασις οὐκ εἰς ἄπειρον ἐφ' ἑκάτερα κινηθήσεται,
σχεδὸν δῆλον. εἰ δ' αὐτὴ καθ' αὑτὴν νοηθείη ἡ τοῦ μέλους
σύστασις, τὴν αὔξησιν εἰς ἄπειρον γίγνεσθαι συμβήσεται.
τάχ' ἂν ἄλλος εἴη περὶ τούτων λόγος, οὐκ ἀναγκαῖος εἰς τὸ
παρόν, διόπερ ἐν τοῖς ἔπειτα τοῦτ' ἐπισκέψασθαι πειρατέον.
Τούτου δ' ὄντος γνωρίμου λεκτέον περὶ φθόγγου τί
ποτ' ἐστί. συντόμως μὲν οὖν εἰπεῖν φωνῆς πτῶσις ἐπὶ μίαν
τάσιν ὁ φθόγγος ἐστί· τότε γὰρ φαίνεται φθόγγος εἶναι
τοιοῦτος οἷος εἰς μέλος τάττεσθαι ἡρμοσμένον <τὸ> ἑστά-
ναι ἐπὶ μιᾶς τάσεως. ὁ μὲν οὖν φθόγγος τοιοῦτος ἐστίν·
διάστημα δ' ἐστὶ τὸ ὑπὸ δύο φθόγγων ὡρισμένον μὴ τὴν
αὐτὴν τάσιν ἐχόντων. φαίνεται γάρ, ὡς τύπῳ εἰπεῖν, δια-
φορά τις εἶναι τάσεων τὸ διάστημα καὶ τόπος δεκτικὸς
φθόγγων ὀξυτέρων μὲν τῆς βαρυτέρας τῶν ὁριζουσῶν τὸ
διάστημα τάσεων, βαρυτέρων δὲ τῆς ὀξυτέρας· διαφορὰ δὲ
ἐστὶ τάσεων τὸ μᾶλλον ἢ ἧττον τετάσθαι. περὶ μὲν οὖν
διαστήματος οὕτως ἄν τις ἀφορίσειε· τὸ δὲ σύστημα σύν-
θετόν τι νοητέον ἐκ πλειόνων ἢ ἑνὸς διαστημάτων. δεῖ
δ' ἕκαστον τούτων εὖ πως ἐκλαμβάνειν πειρᾶσθαι τὸν ἀκού-
οντα μὴ παρατηροῦντα τὸν ἀποδιδόμενον λόγον ἑκάστου
αὐτῶν εἴτ' ἐστὶν ἀκριβὴς εἴτε καὶ τυπωδέστερος, ἀλλ' αὐτὸν
συμπροθυμούμενον κατανοῆσαι καὶ τότε οἰόμενον ἱκανῶς
εἰρῆσθαι πρὸς τὸ καταμαθεῖν, ὅταν ἐμβιβάσαι οἷός τε γένη-
ται ὁ λόγος εἰς τὸ ξυνιέναι τὸ λεγόμενον. χαλεπὸν γὰρ ὑπὲρ
πάντων μὲν ἴσως τῶν ἐν ἀρχῇ λόγον ἀνεπίληπτόν τε καὶ
διηκριβωμένην ἑρμηνείαν ἔχοντα ῥηθῆναι, οὐχ ἥκιστα δὲ περὶ
τριῶν τούτων, φθόγγου τε καὶ διαστήματος καὶ συστήματος.
Τούτων δ' οὕτως ὡρισμένων πρῶτον μὲν τὸ διάστημα
πειρατέον διελεῖν εἰς ὅσας πέφυκε διαιρέσεις διαιρεῖσθαι
χρησίμους, ἔπειτα τὸ σύστημα. πρώτη μὲν οὖν ἐστὶ δια-
στημάτων διαίρεσις καθ' ἣν μεγέθει ἀλλήλων διαφέρει·
δευτέρα δὲ καθ' ἣν τὰ σύμφωνα τῶν διαφώνων· τρίτη δὲ
καθ' ἣν τὰ σύνθετα τῶν ἀσυνθέτων· τετάρτη δ' ἡ κατὰ
γένος· πέμπτη δὲ καθ' ἣν διαφέρει τὰ ῥητὰ τῶν ἀλόγων.
τὰς δὲ λοιπὰς τῶν διαιρέσεων ὡς οὐ χρησίμους οὔσας εἰς
ταύτην τὴν πραγματείαν ἀφετέον τὰ νῦν. σύστημα δὲ συ-
στήματος ταύταις τε διοίσει ταῖς <αὐταῖς> διαφοραῖς πλὴν
μιᾶς· μεγέθει τε δῆλον ὡς διαφέρει συστήματος σύστημα τῷ
τε συμφώνους ἢ διαφώνους εἶναι τοὺς ὁρίζοντας φθόγγους
τὸ μέγεθος. τὴν μέντοι τρίτην τῶν ῥηθεισῶν ἐπὶ τῶν τοῦ
διαστήματος διαφορῶν ἀδύνατον ὑπάρξαι συστήματι πρὸς
σύστημα, δῆλον γὰρ ὡς οὐκ ἐνδέχεται τὰ μὲν σύνθετα τὰ
δ' ἀσύνθετα εἶναι τῶν συστημάτων τοῦτόν γε τὸν τρόπον
ὅνπερ τῶν διαστημάτων τὰ μὲν ἦν σύνθετα τὰ δ' ἀσύνθετα.
τὴν δὲ τετάρτην—αὕτη δ' ἦν ἡ κατὰ γένος—ἀναγκαῖον
καὶ τοῖς συστήμασιν ὑπάρχειν, τὰ μὲν γὰρ αὐτῶν ἐστὶ
διάτονα τὰ δὲ χρωματικὰ τὰ δὲ ἐναρμόνια. δῆλον δ' ὅτι
καὶ <τὴν> πέμπτην, τὰ μὲν γὰρ αὐτῶν ἀλόγῳ διαστή-
ματι ὥρισται τὰ δὲ ῥητῷ. πρὸς δὲ ταύταις τρεῖς ἑτέρας
προσθετέον διαιρέσεις· τήν τ' εἰς συναφὴν καὶ διάζευξιν καὶ
τὸ συναμφότερον μερίζουσαν· τὸ σύστημα γὰρ ἀπό τινος
μεγέθους ἀρξάμενον ἢ συνημμένον ἢ διεζευγμένον ἢ μικτὸν
ἐξ ἀμφοτέρων—καὶ δείκνυται τοῦτο γιγνόμενον ἐν ἐνίοις—·
ἔπειτα τήν τ' εἰς ὑπερβατὸν καὶ συνεχὲς μερίζουσαν, πᾶν
γὰρ σύστημα ἤτοι συνεχὲς ἢ ὑπερβατόν ἐστι· τήν τ' εἰς
ἁπλοῦν καὶ διπλοῦν καὶ πολλαπλοῦν διαίρεσιν, πᾶν γὰρ
τὸ λαμβανόμενον σύστημα ἤτοι ἁπλοῦν ἢ διπλοῦν ἢ πολ-
λαπλοῦν ἐστίν. τί δ' ἐστὶ τούτων ἕκαστον ἐν τοῖς ἔπειτα
δειχθήσεται.
Τούτων δ' οὕτως ἀφωρισμένων τε καὶ προδιῃρημένων
περὶ μέλους ἂν εἴη ἡμῖν πειρατέον ὑποτυπῶσαι τί ποτ' ἐ-
στὶν ἡ φύσις αὐτοῦ. ὅτι μὲν οὖν διαστηματικὴν ἐν αὐτῷ
δεῖ τὴν τῆς φωνῆς κίνησιν εἶναι προείρηται, ὥστε τοῦ γε
λογώδους κεχώρισται ταύτῃ τὸ μουσικὸν μέλος· λέγεται γὰρ
δὴ καὶ λογῶδές τι μέλος, τὸ συγκείμενον ἐκ τῶν προσῳδιῶν
τῶν ἐν τοῖς ὀνόμασιν· φυσικὸν γὰρ τὸ ἐπιτείνειν καὶ ἀνιέναι
ἐν τῷ διαλέγεσθαι. ἐπεὶ δ' οὐ μόνον ἐκ διαστημάτων τε
καὶ φθόγγων συνεστάναι δεῖ τὸ ἡρμοσμένον μέλος, ἀλλὰ
προσδεῖται συνθέσεώς τινος ποιᾶς καὶ οὐ τῆς τυχούσης—
δῆλον γὰρ ὡς τό γ' ἐκ διαστημάτων τε καὶ φθόγγων
συνεστάναι κοινόν ἐστιν, ὑπάρχει γὰρ καὶ τῷ ἀναρμόστῳ—,
ὥστ' ἐπειδὴ τοῦθ' οὕτως ἔχει, τὸ μέγιστον μέρος καὶ πλεί-
στην ἔχον ῥοπὴν εἰς τὴν ὀρθῶς γιγνομένην σύστασιν τοῦ
μέλους <τὸ> περὶ τὴν σύνθεσίν που καὶ τὴν ταύτης ἰδιότητα
ὑποληπτέον εἶναι. σχεδὸν δὴ φανερόν, ὅτι τοῦ μὲν ἐπὶ τῆς
λέξεως γιγνομένου μέλους τῷ διαστηματικῇ χρῆσθαι τῇ
τῆς φωνῆς κινήσει διοίσει τὸ μουσικὸν μέλος, τοῦ δ' ἀναρ-
μόστου καὶ διημαρτημένου τῇ τῆς συνθέσεως διαφορᾷ τῆς
τῶν ἀσυνθέτων διαστημάτων. περὶ ἧς ἐν τοῖς ἔπειτα
δειχθήσεται τίς ἐστιν αὐτῆς ὁ τρόπος, πλὴν ἐπὶ τοσοῦτόν
γ' εἰρήσθω καθόλου καὶ νῦν, ὅτι πολλὰς ἔχοντος διαφορὰς
τοῦ ἡρμοσμένου κατὰ τὴν τῶν διαστημάτων σύνθεσιν, ὅμως
ἔστι τι τοιοῦτον ὃ κατὰ παντὸς ἡρμοσμένου ῥηθήσεται ἕν
τε καὶ ταὐτόν, τοιαύτην ἔχον δύναμιν οἵαν αὐτὴν ἀναι-
ρουμένην ἀναιρεῖν τὸ ἡρμοσμένον. ἁπλοῦν δ' ἔσται προϊ-
ούσης τῆς πραγματείας. τὸ μὲν οὖν μουσικὸν μέλος ἀπὸ
τῶν ἄλλων οὕτως ἀφωρίσθω. ὑποληπτέον δὲ τὸν εἰρημένον
ἀφορισμὸν τύπῳ εἰρῆσθαι οὕτως ὡς μηδέπω τῶν καθ' ἕ-
καστα τεθεωρημένων.
Ἐχόμενον δ' ἂν εἴη τῶν εἰρημένων τὸ καθόλου λεγόμε-
νον μέλος διελεῖν εἰς ὅσα φαίνεται γένη διαιρεῖσθαι. φαίνεται
δ' εἰς τρία· πᾶν γὰρ τὸ λαμβανόμενον μέλος [τῶν] εἰς τὸ
ἡρμοσμένον ἤτοι διάτονόν ἐστιν ἢ χρωματικὸν ἢ ἐναρμόνιον.
πρῶτον μὲν οὖν καὶ πρεσβύτατον αὐτῶν θετέον τὸ διάτονον,
πρῶτον γὰρ αὐτοῦ ἡ τοῦ ἀνθρώπου φύσις προστυγχάνει,
δεύτερον δὲ τὸ χρωματικόν, τρίτον δὲ καὶ ἀνώτατον τὸ
ἐναρμόνιον, τελευταίῳ γὰρ αὐτῷ καὶ μόλις μετὰ πολλοῦ
πόνου συνεθίζεται ἡ αἴσθησις.
Τούτων δ' εἰς τοῦτον τὸν ἀριθμὸν διῃρημένων τῶν
διαστηματικῶν διαφορῶν τῆς δευτέρας ῥηθείσης θάτερον
μέρος πειρατέον διασκέψασθαι· ἦν δὲ τὰ μέρη ταῦτα δια-
φωνία τε καὶ συμφωνία· ληπτέον τε τὴν συμφωνίαν εἰς
τὴν ἐπίσκεψιν. φαίνεται δὲ διάστημα σύμφωνον συμφώνου
διαφέρειν κατὰ πλείους διαφορὰς ὧν μία μέν ἐστιν ἡ κατὰ
μεγέθος, περὶ ἧς ἀφοριστέον ᾗ φαίνεται ἔχειν. δοκεῖ δὲ τὸ
μὲν ἐλάχιστον τῶν συμφώνων διαστημάτων ὑπ' αὐτῆς τῆς
τοῦ μέλους φύσεως ἀφωρίσθαι, μελῳδεῖται μὲν γὰρ τοῦ
διὰ τεσσάρων ἐλάττω διαστήματα πολλά, διάφωνα μέντοι
πάντα. τὸ μὲν οὖν ἐλάχιστον κατ' αὐτὴν τὴν τῆς φωνῆς
φύσιν ὥρισται, τὸ δὲ μέγιστον οὕτω μὲν οὖν οὐκ ἔοικεν
ὡρίσθαι· φαίνεται γὰρ εἰς ἄπειρον αὔξεσθαι κατά γ' αὐτὴν
τὴν τοῦ μέλους φύσιν καθάπερ καὶ τὸ διάφωνον. παντὸς
γὰρ προστιθεμένου συμφώνου διαστήματος πρὸς τῷ διὰ
πασῶν καὶ μείζονος καὶ ἐλάττονος καὶ ἴσου τὸ ὅλον
γίγνεται σύμφωνον. οὕτω μὲν οὖν οὐκ ἔοικεν εἶναί τι μέγι-
στον σύμφωνον διάστημα· κατὰ μέντοι τὴν ἡμετέραν χρῆ-
σιν—λέγω δ' ἡμετέραν τήν τε διὰ τῆς ἀνθρώπου φωνῆς
γιγνομένην καὶ τὴν διὰ τῶν ὀργάνων—φαίνεταί τι μέγι-
στον εἶναι τῶν συμφώνων. τοῦτο δ' ἐστὶ τὸ διὰ πέντε καὶ
τὸ δὶς διὰ πασῶν, <πρὸς> τὸ γὰρ τρὶς διὰ πασῶν οὐκ
ἔτι διατείνομεν. δεῖ δὲ τὴν διάτασιν ὁρίζειν ἑνός τινος ὀρ-
γάνου τόνῳ καὶ πέρασιν. τάχα γὰρ ὁ τῶν παρθενίων
αὐλῶν ὀξύτατος φθόγγος πρὸς τὸν τῶν ὑπερτελείων βα-
ρύτατον μεῖζον ἂν ποιήσειε τοῦ εἰρημένου τρὶς διὰ πασῶν
διάστημα καὶ κατασπασθείσης γε τῆς σύριγγος ὁ τοῦ συ-
ρίττοντος ὀξύτατος πρὸς τὸν τοῦ αὐλοῦντος βαρύτατον
μεῖζον ἂν ποιήσειε τοῦ ῥηθέντος διαστήματος· ταὐτὸ δὲ
καὶ παιδὸς φωνὴ μικροῦ πρὸς ἀνδρὸς φωνὴν πάθοι ἄν.
ὅθεν καὶ κατανοεῖται τὰ μεγάλα τῶν συμφώνων· ἐκ δια-
φερουσῶν γὰρ ἡλικιῶν καὶ διαφερόντων μέτρων τεθεωρή-
καμεν, ὅτι καὶ τὸ τρὶς διὰ πασῶν συμφωνεῖ καὶ τὸ τετρά-
κις καὶ τὸ μεῖζον. ὅτι μὲν οὖν ἐπὶ μὲν τὸ μικρὸν ἡ τοῦ
μέλους φύσις αὐτὴν τὸ διὰ τεσσάρων ἐλάχιστον ἀποδίδωσι
τῶν συμφώνων, ἐπὶ δὲ τὸ μέγα τῇ ἡμετέρᾳ πως τὸ μέγι-
στον ὁρίζεται δυνάμει, σχεδὸν δῆλον ἐκ τῶν εἰρημένων·
ὅτι δ' ἐκ τούτου μεγέθη συμφώνων διαστημάτων συμβαίνει
γίγνεσθαι ῥᾴδιον συνιδεῖν.
Τούτων δ' ὄντων γνωρίμων τὸ τονιαῖον διάστημα πει-
ρατέον ἀφορίσαι. ἔστι δὴ τόνος ἡ τῶν πρώτων συμφώνων
κατὰ μέγεθος διαφορά. διαιρείσθω δ' εἰς τρεῖς διαιρέσεις·
μελῳδείσθω γὰρ αὐτοῦ τό τε ἥμισυ καὶ τὸ τρίτον μέρος
καὶ <τὸ> τέταρτον· τὰ δὲ τούτων ἐλάττονα διαστήματα
πάντα ἔστω ἀμελῴδητα. καλείσθω δὲ τὸ μὲν ἐλάχιστον
δίεσις ἐναρμόνιος ἐλαχίστη, τὸ δ' ἐχόμενον δίεσις χρωματικὴ
ἐλαχίστη, τὸ δὲ μέγιστον ἡμιτόνιον.
Τούτων δ' οὕτως ἀφωρισμένων τὰς τῶν γενῶν διαφορὰς
ὅθεν γίγνονται καὶ ὃν τρόπον πειρατέον καταμαθεῖν. δεῖ
δὲ νοῆσαι τῶν συμφώνων διαστημάτων <τὸ> ἐλάχιστον
τὸ κατεχόμενον τά τε πλεῖστα ὑπὸ τεττάρων φθόγγων,
ὅθεν δὴ καὶ τὴν προσηγορίαν ὑπὸ τῶν παλαιῶν ἔσχε.
τίνα δὴ τάξιν πλειόνων οὐσῶν νοητέον, ἐν ᾗ ἴσα τά τε
κινούμενά εἰσι καὶ τὰ ἠρεμοῦντα ἐν ταῖς τῶν γενῶν διαφο-
ραῖς. γίγνεται δ' ἐν τῷ τοιούτῳ οἷον τὸ ἀπὸ μέσης ἐφ' ὑ-
πάτην· ἐν τούτῳ γὰρ δύο μὲν οἱ περιέχοντες φθόγγοι
ἀκίνητοί εἰσιν ἐν ταῖς τῶν γενῶν διαφοραῖς, δύο δ' οἱ πε-
ριεχόμενοι κινοῦνται. τοῦτο μὲν οὖν οὕτω κείσθω. τῶν δὲ
συγχορδιῶν πλειόνων τ' οὐσῶν τῶν τὴν εἰρημένην τάξιν τοῦ
διὰ τεσσάρων κατεχουσῶν καὶ ὀνόμασιν ἰδίοις ἑκάστης
αὐτῶν ὡρισμένης, μία τίς ἐστιν ἡ μέσης καὶ λιχανοῦ καὶ
παρυπάτης καὶ ὑπάτης σχεδὸν γνωριμωτάτη τοῖς ἁπτο-
μένοις μουσικῆς, ἐν ᾗ τὰς τῶν γενῶν διαφορὰς ἀναγκαῖον
ἐπισκέψασθαι τίνα τρόπον γίγνονται. ὅτι μὲν οὖν αἱ
τῶν κινεῖσθαι πεφυκότων φθόγγων ἐπιτάσεις τε καὶ ἀνέ-
σεις αἴτιαί εἰσι τῆς τῶν γενῶν διαφορᾶς φανερόν. τίς δ' ὁ
τόπος τῆς κινήσεως ἑκατέρου τῶν φθόγγων τούτων λεκ-
τέον. λιχανοῦ μὲν οὖν ἐστι τονιαῖος ὁ σύμπας τόπος ἐν
ᾧ κινεῖται, οὔτε γὰρ ἔλαττον ἀφίσταται μέσης τονιαίου δια-
στήματος οὔτε μεῖζον διτόνου. τούτων δὲ τὸ μὲν ἔλαττον
παρὰ μὲν τῶν ἤδη κατανενοηκότων τὸ διάτονον γένος
[οὐχ] ὁμολογεῖται, παρὰ δὲ τῶν μήπω συνεωρακότων συγ-
χωροῖτ' ἂν ἐπαχθέντων αὐτῶν· τὸ δὲ μεῖζον οἱ μὲν συγ-
χωροῦσιν οἱ δ' οὔ. δι' ἣν δὲ γίγνεται τοῦτο αἰτίαν, ἐν τοῖς
ἔπειτα ῥηθήσεται. ὅτι δ' ἔστι τις μελοποιΐα διτόνου λι-
χανοῦ δεομένη καὶ οὐχ ἡ φαυλοτάτη γε ἀλλὰ σχεδὸν ἡ
καλλίστη, τοῖς μὲν πολλοῖς τῶν νῦν ἁπτομένων μουσικῆς οὐ
πάνυ εὔδηλόν ἐστι, γένοιτο μεντἂν ἐπαχθεῖσιν αὐτοῖς· τοῖς
δὲ συνειθισμένοις τῶν ἀρχαϊκῶν τρόπων τοῖς τε πρώτοις καὶ
τοῖς δευτέροις ἱκανῶς δῆλόν ἐστι τὸ λεγόμενον. οἱ μὲν γὰρ
τῇ νῦν κατεχούσῃ μελοποιΐᾳ συνήθεις μόνον ὄντες εἰκότως τὴν
δίτονον λιχανὸν ἐξορίζουσι· συντονωτέραις γὰρ χρῶνται
σχεδὸν οἱ πλεῖστοι τῶν νῦν. τούτου δ' αἴτιον τὸ βούλεσθαι
γλυκαίνειν ἀεί· σημεῖον δ' ὅτι τούτου στοχάζουσι, μάλιστα
μὲν γὰρ καὶ πλεῖστον χρόνον ἐν τῷ χρώματι διατρίβου-
σιν, ὅταν δ' ἀφίκωνταί ποτε εἰς τὴν ἁρμονίαν, ἐγγὺς τοῦ
χρώματος προσάγουσι συνεπισπωμένου τοῦ μέλους. περὶ
τούτων μὲν οὖν ἐπὶ τοσοῦτον ἀρκείτω· ὁ δὴ τῆς λιχανοῦ
τόπος τονιαῖος ὑποκείσθω, ὁ δὲ τῆς παρυπάτης διέσεως
ἐλαχίστης. οὔτε γὰρ ἐγγυτέρω τῆς ὑπάτης προσέρχεται
διέσεως οὔτε πλεῖον ἀφίσταται ἡμίσεος τόνου. οὐ γὰρ ἐπαλ-
λάττουσιν οἱ τόποι, ἀλλ' ἔστιν αὐτῶν πέρας ἡ συναφή,
ὅταν γὰρ ἐπὶ τὴν αὐτὴν τάσιν ἀφίκωνται ἥ τε παρυπάτη
καὶ ἡ λιχανός, ἡ μὲν ἐπιτεινομένη ἡ δ' ἀνιεμένη, πέρας ἔχου-
σιν οἱ τόποι· καὶ ἔστιν ὁ μὲν ἐπὶ τὸ βαρὺ παρυπάτης, ὁ
δ' ἐπὶ τὸ ὀξὺ λιχανοῦ. περὶ μὲν οὖν τῶν ὅλων τόπων
λιχανοῦ τε καὶ παρυπάτης οὕτως ὡρίσθω, περὶ δὲ τῶν
κατὰ <τὰ> γένη τε καὶ τὰς χρόας λεκτέον. τὸ μὲν οὖν διὰ
τεσσάρων ὃν τρόπον ἐξεταστέον, εἴτε μετρεῖταί τινι τῶν
ἐλαττόνων διαστημάτων εἴτε πᾶσίν ἐστιν ἀσύμμετρον, ἐν
τοῖς διὰ συμφωνίας λαμβανομένοις λέγεται. ὡς φαινομένου
δ' [ἐξ] ἐκείνου δύο τόνων καὶ ἡμίσεος, κείσθω τοῦτο ἂν
εἶναι τὸ μέγεθος. πυκνὸν δὲ λεγέσθω τὸ ἐκ δύο διαστημά-
των συνεστηκὸς ἃ συντεθέντα ἔλαττον διάστημα περιέξει
τοῦ λειπομένου διαστήματος ἐν τῷ διὰ τεσσάρων. τού-
των <δ'> οὕτως ὡρισμένων πρὸς τῷ βαρυτέρῳ τῶν μενόν-
των φθόγγων εἰλήφθω τὸ ἐλάχιστον πυκνόν· τοῦτο δ' ἔσται
τὸ ἐκ δύο διέσεων ἐναρμονίων δὲ καὶ χρωματικῶν ἐλαχί-
στων. ἔσονται δὲ <αἱ> δύο λιχανοὶ εἰλημμέναι δύο γενῶν
βαρύταται, ἡ μὲν ἁρμονίας ἡ δὲ χρώματος. καθόλου γὰρ
βαρύταται μὲν αἱ ἐναρμόνιοι λιχανοὶ ἦσαν, ἐχόμεναι δ' αἱ
χρωματικαί, συντονώταται δ' αἱ διάτονοι. μετὰ ταῦτα
τρίτον εἰλήφθω πυκνὸν πρὸς τῷ αὐτῷ· τέταρτον <δ'> εἰ-
λήφθω πυκνὸν τονιαῖον· πέμπτον δὲ πρὸς τῷ αὐτῷ, τὸ ἐξ
ἡμιτονίου καὶ ἡμιολίου διαστήματος συνεστηκὸς σύστημα
εἰλήφθω· ἕκτον δὲ τὸ ἐξ ἡμιτονίου καὶ τόνου. αἱ μὲν οὖν τὰ
δύο [τὰ] πρῶτα ληφθέντα πυκνὰ ὁρίζουσαι λιχανοὶ εἴρην-
ται· ἡ δὲ τὸ τρίτον πυκνὸν ὁρίζουσα λιχανὸς χρωματικὴ
μέν ἐστιν, καλεῖται δὲ τὸ χρῶμα ἐν ᾧ ἐστιν ἡμιόλιον· ἡ δὲ τὸ
τέταρτον πυκνὸν ὁρίζουσα λιχανὸς χρωματικὴ μέν ἐστιν,
καλεῖται δὲ τὸ χρῶμα ἐν ᾧ ἐστι τονιαῖον· ἡ δὲ τὸ πέμ-
πτον ληφθὲν σύστημα ὁρίζουσα λιχανός—ὃ μεῖζον ἤδη
πυκνοῦ ἦν, ἐπειδήπερ ἴσα ἐστὶ τὰ δύο τῷ ἑνί—βαρυτάτη
διάτονός ἐστιν· ἡ δὲ τὸ ἕκτον ληφθὲν σύστημα ὁρίζουσα
λιχανὸς συντονωτάτη διάτονός ἐστιν. ἡ μὲν οὖν βαρυ-
τάτη χρωματικὴ λιχανὸς τῆς ἐναρμονίου βαρυτάτης ἕκτῳ
μέρει τόνου ὀξυτέρα ἐστίν, ἐπειδήπερ ἡ χρωματικὴ δίεσις
τῆς ἐναρμονίου διέσεως δωδεκατημορίῳ τόνου μείζων ἐστί.
δεῖ γὰρ τὸ τοῦ αὐτοῦ τριτημόριον τοῦ τετάρτου μέρους
δωδεκατημορίῳ ὑπερέχειν, αἱ δὲ δύο χρωματικαὶ τῶν δύο
ἐναρμονίων δῆλον ὡς τῷ διπλασίῳ. τοῦτο δ' ἐστὶν ἑκτημό-
ριον, ἔλαττον διάστημα τοῦ ἐλαχίστου τῶν μελῳδουμένων.
τὰ δὲ τοιαῦτα ἀμελῴδητά ἐστιν, ἀμελῴδητον γὰρ λέγο-
μεν ὃ μὴ τάττεται καθ' ἑαυτὸ ἐν συστήματι. ἡ δὲ βαρυ-
τάτη διάτονος τῆς βαρυτάτης χρωματικῆς ἡμιτονίῳ καὶ
δωδεκατημορίῳ τόνου ὀξυτέρα ἐστίν. ἐπὶ μὲν γὰρ τὴν τοῦ
ἡμιολίου χρώματος λιχανὸν ἡμιτόνιον ἦν ἀπ' αὐτῆς, ἀπὸ
δὲ τῆς ἡμιολίου ἐπὶ τὴν ἐναρμόνιον δίεσις, ἀπὸ δὲ τῆς
ἐναρμονίου ἐπὶ τὴν βαρυτάτην χρωματικὴν ἑκτημόριον,
ἀπὸ δὲ τῆς βαρυτάτης χρωματικῆς ἐπὶ τὴν ἡμιόλιον δω-
δεκατημόριον τόνου. τὸ δὲ τεταρτημόριον ἐκ τριῶν δωδε-
κατημορίων σύγκειται, ὥστ' εἶναι φανερόν, ὅτι τὸ εἰρημένον
διάστημά ἐστιν ἀπὸ τῆς βαρυτάτης διατόνου ἐπὶ τὴν
βαρυτάτην χρωματικήν. ἡ δὲ συντονωτάτη διάτονος τῆς
βαρυτάτης διατόνου διέσει ἐστὶ συντονωτέρα. ἐκ τούτων
δὴ φανεροὶ γίγνονται οἱ τόποι τῶν λιχανῶν ἑκάστης·
ἥ τε γὰρ βαρυτέρα τῆς <βαρυτάτης> χρωματικῆς πᾶσά
ἐστιν ἐναρμόνιος λιχανὸς ἥ τε τῆς <βαρυτάτης> διατόνου
βαρυτέρα πᾶσά ἐστι <χρωματικὴ μέχρι τῆς βαρυτάτης χρω-
ματικῆς ἥ τε τῆς διατόνου συντονωτάτης βαρυτέρα πᾶσά
ἐστι> διάτονος μέχρι τῆς βαρυτάτης διατόνου. νοητέον
γὰρ ἀπείρους τὸν ἀριθμὸν τὰς λιχανούς· οὗ γὰρ ἂν
στήσῃς τὴν φωνὴν τοῦ ἀποδεδειγμένου λιχανῷ τόπου
λιχανὸς ἔσται, διάκενον δ' οὐδέν ἐστιν τοῦ λιχανοειδοῦς τό-
που οὐδὲ τοιοῦτον οἷον μὴ δέχεσθαι λιχανόν. ὥστ' εἶναι
μὴ περὶ μικροῦ τὴν ἀμφισβήτησιν· οἱ μὲν γὰρ ἄλλοι δια-
φέρονται περὶ τοῦ διαστήματος μόνον, οἷον πότερον δίτονός
ἐστιν ἡ λιχανὸς ἢ συντονωτέρα ὡς μιᾶς οὔσης ἐναρμονίου·
ἡμεῖς δ' οὐ μόνον πλείους ἐν ἑκάστῳ γένει φαμὲν εἶναι
λιχανοὺς μιᾶς ἀλλὰ καὶ προστίθεμεν ὅτι ἄπειροί εἰσι τὸν
ἀριθμόν. τὰ μὲν οὖν περὶ τῶν λιχανῶν οὕτως ἀφωρίσθω.
παρυπάτης δὲ δύο εἰσὶ τόποι—ὁ μὲν κοινὸς τοῦ τε δια-
τόνου καὶ τοῦ χρώματος, ὁ δ' ἕτερος ἴδιος τῆς ἁρμονίας—·
κοινωνεῖ γὰρ δύο γένη τῶν παρυπατῶν. ἐναρμόνιος μὲν
οὖν ἐστι παρυπάτη πᾶσα ἡ βαρυτέρα τῆς βαρυτάτης
χρωματικῆς, χρωματικὴ δὲ καὶ διάτονος ἡ λοιπὴ πᾶσα
μέχρι τῆς ἀφωρισμένης. τῶν δὲ διαστημάτων τὸ μὲν ὑπάτης
καὶ παρυπάτης τῷ παρυπάτης καὶ λιχανοῦ ἤτοι ἴσον
μελῳδεῖται ἢ ἔλαττον, τὸ δὲ παρυπάτης καὶ λιχανοῦ τῷ
λιχανοῦ καὶ μέσης καὶ ἴσον καὶ ἄνισον ἀμφοτέρως. τούτου
δ' αἴτιον τὸ κοινὰς εἶναι τὰς παρυπάτας ἀμφοτέρων τῶν
γενῶν, γίγνεται γὰρ ἐμμελὲς τετράχορδον ἐκ παρυπάτης
τε χρωματικῆς <τῆς> βαρυτάτης καὶ διατόνου λιχανοῦ τῆς
συντονωτάτης. ὁ δὲ τῆς παρυπάτης τόπος φανερός ἐστι
ἐκ τῶν ἔμπροσθεν, διαιρεθείς τε καὶ συντεθεὶς ὅσος ἐστίν.
Περὶ δὲ συνεχείας καὶ τοῦ ἑξῆς ἀκριβῶς οὐ πάνυ ῥᾴδιον
ἐν ἀρχῇ διορίσαι, τύπῳ δὲ πειρατέον ὑποσημῆναι. φαίνεται
δὲ τοιαύτη τις φύσις εἶναι τοῦ συνεχοῦς ἐν τῇ μελῳδίᾳ
οἵα καὶ ἐν τῇ λέξει περὶ τὴν τῶν γραμμάτων σύνθεσιν·
καὶ γὰρ ἐν τῷ διαλέγεσθαι φύσει ἡ φωνὴ καθ' ἑκάστην
τῶν ξυλλαβῶν πρῶτόν τι καὶ δεύτερον τῶν γραμμάτων
τίθησι καὶ τρίτον καὶ τέταρτον καὶ κατὰ τοὺς λοιποὺς
ἀριθμοὺς ὡσαύτως, οὐ πᾶν μετὰ πᾶν, ἀλλ' ἔστι τοιαύτη
τις φυσικὴ αὔξησις τῆς συνθέσεως. παραπλησίως δὲ καὶ ἐν
τῷ μελῳδεῖν ἔοικεν ἡ φωνὴ τιθέναι κατὰ συνέχειαν τά
τε διαστήματα καὶ τοὺς φθόγγους φυσικήν τινα σύνθεσιν
διαφυλάττουσα, οὐ πᾶν μετὰ πᾶν διάστημα μελῳδοῦσα
οὔτ' ἴσον οὔτ' ἄνισον. ζητητέον δὲ τὸ συνεχὲς οὐχ ὡς οἱ
ἁρμονικοὶ ἐν ταῖς τῶν διαγραμμάτων καταπυκνώσεσιν
ἀποδιδόναι πειρῶνται, τούτους ἀποφαίνοντες τῶν φθόγγων
ἑξῆς ἀλλήλων κεῖσθαι οἷς συμβέβηκε τὸ ἐλάχιστον διάστημα
διέχειν ἀφ' αὑτῶν. οὐ γὰρ τὸ [μὴ] δύνασθαι διέσεις ὀκτὼ
καὶ εἴκοσιν ἑξῆς μελῳδεῖσθαι τῆς φωνῆς ἐστιν, ἀλλὰ τὴν
τρίτην δίεσιν πάντα ποιοῦσα οὐχ οἵα τέ ἐστι προστιθέναι,
ἀλλ' ἐπὶ μὲν τὸ ὀξὺ ἐλάχιστον μελῳδεῖ τὸ λοιπὸν τοῦ διὰ
τεσσάρων, —τὰ δ' ἐλάττω πάντα ἐξαδυνατεῖ—τοῦτο δ' ἐ-
στὶν ἤτοι ὀκταπλάσιον τῆς ἐλαχίστης διέσεως ἢ μικρῷ τινι
παντελῶς καὶ ἀμελῳδήτῳ ἔλαττον, ἐπὶ δὲ τὸ βαρὺ τῶν
δύο διέσεων τονιαίου ἔλαττον οὐ δύναται μελῳδεῖν. οὐ δὴ
προσεκτέον εἰ τὸ συνεχὲς ὅτε μὲν ἐξ ἴσων ὅτε δ' ἐξ ἀνίσων
γίγνεται, ἀλλὰ πρὸς τὴν τῆς μελῳδίας φύσιν πειρατέον
βλέπειν κατανοεῖν τε προθυμούμενον τί μετὰ τί πέφυκεν ἡ
φωνὴ διάστημα τιθέναι κατὰ μέλος. εἰ γὰρ μετὰ παρυπά-
την καὶ λιχανὸν μὴ δυνατὸν ἐγγυτέρω μελῳδῆσαι φθόγ-
γου μέσης, αὕτη ἂν εἴη μετὰ τὴν λιχανόν, εἴτε διπλάσιον
εἴτε πολλαπλάσιον διάστημα ὁρίζει <τοῦ> παρυπάτης καὶ
λιχανοῦ. τίνα μὲν οὖν τρόπον τό τε συνεχὲς καὶ τὸ ἑξῆς δεῖ
ζητεῖν, σχεδὸν δῆλον ἐκ τῶν εἰρημένων· πῶς δὲ γίγνεται
καὶ τί μετὰ τί διάστημα τίθεταί τε καὶ οὐ τίθεται, ἐν τοῖς
στοιχείοις δειχθήσεται.
Ὑποκείσθω μὲν τὸ πυκνὸν ἢ τὸ ἄπυκνον τιθέμενον
σύστημα ἐπὶ μὲν τὸ ὀξὺ μὴ τίθεσθαι ἔλαττον διάστημα
τοῦ λειπομένου τῆς πρώτης συμφωνίας, ἐπὶ δὲ τὸ βαρὺ
μὴ ἔλαττον τονιαίου· ὑποκείσθω δὲ καὶ τῶν ἑξῆς κειμένων
φθόγγων κατὰ μέλος ἐν ἑκάστῳ γένει ἤτοι τοὺς τετάρτους
[τοῖς τετράσι] διὰ τεττάρων συμφωνεῖν ἢ τοὺς πέμπτους
[τοῖς πέντε] διὰ πέντε ἢ ἀμφοτέρως· ᾧ δ' ἂν τῶν φθόγγων
μηδὲν ᾖ τούτων συμβεβηκός, ἐκμελῆ τοῦτον εἶναι πρὸς τοὺς
οἷς ἀσύμφωνός ἐστιν. ὑποκείσθω δὲ καὶ τεττάρων γιγνο-
μένων διαστημάτων ἐν τῷ διὰ πέντε, δύο μὲν ἴσων ὡς ἐπὶ
τὸ πολύ, τῶν τὸ πυκνὸν κατεχόντων, δύο δ' ἀνίσων, τοῦ
τε λειπομένου τῆς πρώτης συμφωνίας καὶ τῆς ὑπεροχῆς ᾗ
τὸ διὰ πέντε τοῦ διὰ τεσσάρων ὑπερέχει, ἐναντίως τίθεσθαι
πρὸς τοῖς ἴσοις τὰ [δὲ] ἄνισα ἐπί τε τὸ ὀξὺ καὶ τὸ βαρύ.
ὑποκείσθω δὲ καὶ τοὺς τοῖς ἑξῆς φθόγγοις συμφωνοῦντας
διὰ τῆς αὐτῆς συμφωνίας ἑξῆς αὑτοῖς εἶναι. ἀσύνθετον δὲ
ὑποκείσθω ἐν ἑκάστῳ γένει εἶναι διάστημα κατὰ μέλος ὃ
ἡ φωνὴ μελῳδοῦσα μὴ δύναται διαιρεῖν εἰς διαστήματα.
ὑποκείσθω δὲ καὶ τῶν συμφώνων ἕκαστον μὴ διαιρεῖσθαι
εἰς ἀσύνθετα πάντα μεγέθη. ἀγωγὴ δ' ἔστω ἡ διὰ τῶν
ἑξῆς φθόγγων—ἔξωθεν τῶν ἄκρων—, ὧν ἑκατέρωθεν ἓν
ἀσύνθετον κεῖται διάστημα· εὐθεῖα δ' ἡ ἐπὶ τὸ αὐτό.