spiroslyra Creative Commons License 2008.07.14 0 0 431

Aristoxenus Mus. : Elementa harmonica : Page 9, line 7

τούτων δ' οὐδεὶς περὶ οὐδενὸς πώποτ' ἔσχη-
κεν ἔννοιαν οὐδ' ἡντινοῦν, ἀλλὰ περὶ πάντων τῶν εἰρημέ-
νων αὐτοῖς ἡμῖν ἀναγκαῖον ἐξ ἀρχῆς πραγματεύεσθαι, παρει-
λήφαμεν γὰρ οὐδὲν περὶ αὐτῶν ἀξιόλογον. μετὰ δὲ τοῦτο
περὶ διαστημάτων ἀσυνθέτων πρῶτον λεκτέον, εἶτα περὶ
συνθέτων. ἀναγκαῖον δὲ ἁπτομένοις ἡμῖν συνθέτων διαστη-
μάτων οἷς ἅμα καὶ συστήμασιν εἶναί πως συμβαίνει περὶ
συνθέσεως ἔχειν τι λέγειν τῆς τῶν ἀσυνθέτων διαστημάτων.
περὶ ἧς οἱ πλεῖστοι τῶν ἁρμονικῶν οὐδ' ὅτι πραγματευτέον
ᾔσθοντο· δῆλον δ' ἡμῖν ἐν τοῖς ἔμπροσθεν γέγονεν. οἱ δὲ
περὶ Ἐρατοκλέα τοσοῦτον εἰρήκασι μόνον ὅτι ἀπὸ τοῦ
διὰ τεσσάρων ἐφ' ἑκάτερα δίχα σχίζεται τὸ μέλος, οὐδὲν
οὔτ' εἰ ἀπὸ παντὸς τοῦτο γίγνεται διορίσαντες οὔτε διὰ τίνα
αἰτίαν εἰπόντες οὔθ' ὑπὲρ τῶν ἄλλων διαστημάτων ἐπισκε-
ψάμενοι τίνα πρὸς ἄλληλα συντίθενται τρόπον, καὶ πότερον
παντὸς διαστήματος πρὸς πᾶν ὡρισμένος τίς ἐστι λόγος
τῆς συνθέσεως καὶ πῶς μὲν ἐξ αὐτῶν πῶς δ' οὐ γίγνεται
συστήματα ἢ <εἰ> τοῦτο ἀόριστόν ἐστιν· περὶ γὰρ τούτων
οὔτ' ἀποδεικτικὸς οὔτ' ἀναπόδεικτος ὑπ' οὐδενὸς πώποτ' εἴ-
ρηται λόγος. οὔσης δὲ θαυμαστῆς τῆς τάξεως περὶ τὴν τοῦ
μέλους σύστασιν ἀταξία πλείστη μουσικῆς ὑπ' ἐνίων κατέ-
γνωσται διὰ τοὺς μετακεχειρισμένους τὴν εἰρημένην πραγμα-
τείαν. οὐδὲν δὲ τῶν αἰσθητῶν τοσαύτην ἔχει τάξιν οὐδὲ
τοιαύτην. ἔσται δ' ἡμῖν δῆλον τοῦθ' οὕτως ἔχον, ὅταν ἐν
αὐτῇ γενώμεθα τῇ πραγματείᾳ. νῦν δὲ τὰ λοιπὰ τῶν μερῶν
λεκτέον. ἀποδειχθέντων γὰρ τῶν ἀσυνθέτων διαστημάτων
ὃν τρόπον πρὸς ἄλληλα συντίθεται περὶ τῶν συστάντων
ἐξ αὐτῶν συστημάτων λεκτέον περί τε τῶν ἄλλων καὶ τοῦ
τελείου, ἐξ ἐκείνων ἀποδεικνύντας πόσα τ' ἐστὶ καὶ ποῖ' ἄττα,
τάς τε κατὰ μέγεθος αὐτῶν ἀποδιδόντας διαφορὰς καὶ τῶν
μεγεθῶν ἑκάστου τάς τε <κατὰ σχῆμα καὶ> κατὰ σύνθεσιν
<καὶ κατὰ θέσιν> ὅπως μηδὲν τῶν μελῳδουμένων μήτε
μέγεθος μήτε σχῆμα μήτε σύνθεσις μήτε θέσις ἀναπόδεικτος
ᾖ. τούτου δὲ τοῦ μέρους τῆς πραγματείας ἄλλος μὲν οὐδεὶς
πώποθ' ἥψατο· Ἐρατοκλῆς δ' ἐπεχείρησεν ἀναποδείκτως ἐξα-
ριθμεῖν ἐπί τι μέρος· ὅτι δ' οὐδὲν εἴρηκεν ἀλλὰ πάντα ψευδῆ
καὶ τῶν φαινομένων τῇ αἰσθήσει διημάρτηκε, τεθεώρηται μὲν
ἔμπροσθεν ὅτ' αὐτὴν καθ' αὑτὴν ἐξητάζομεν τὴν πραγμα-
τείαν ταύτην. τῶν δ' ἄλλων καθόλου μὲν καθάπερ ἔμπρο-
σθεν εἴπομεν οὐδεὶς ἧπται, ἑνὸς δὲ συστήματος Ἐρατοκλῆς
ἐπεχείρησε καθ' ἓν γένος ἐξαριθμῆσαι τὰ σχήματα τοῦ
διὰ πασῶν ἀναποδείκτως τῇ περιφορᾷ τῶν διαστημάτων
δεικνύς, οὐ καταμαθὼν ὅτι μὴ προσαποδειχθέντων τῶν τε
τοῦ διὰ πέντε σχημάτων καὶ τῶν τοῦ διὰ τεσσάρων πρὸς
δὲ τούτοις καὶ τῆς συνθέσεως αὐτῶν τίς ποτ' ἐστὶ καθ' ἣν
ἐμμελῶς συντίθενται πολλαπλάσια τῶν ἑπτὰ συμβαίνειν
γίγνεσθαι δείκνυται· ἐτιθέμεθα δ' ἐν τοῖς ἔμπροσθεν ὅτι
οὕτως ἔχει, διόπερ ταῦτα μὲν ἀφείσθω, τὰ δὲ λοιπὰ λεγέσθω
τῶν τῆς πραγματείας μερῶν. ἐξηριθμημένων γὰρ τῶν
συστημάτων καθ' ἕκαστον τῶν γενῶν, κατὰ πᾶσαν διαφο-
ρὰν τὴν εἰρημένην, μιγνυμένων πάλιν τῶν γενῶν ταὐτὸ
τοῦτο ποιεῖται. <περὶ οὗ οἱ πλεῖστοι τῶν ἁρμονικῶν οὐ-
δ' ὅτι> πραγματευτέον <ᾔσθοντο>· οὐδὲ γὰρ αὐτὴν τὴν
μίξιν τί ποτ' ἐστὶ καταμεμαθήκεσαν. τούτων δ' ἐχόμενόν
ἐστι περὶ φθόγγων εἰπεῖν, ἐπειδήπερ οὐκ αὐτάρκη τὰ δια-
στήματα πρὸς τὴν τῶν φθόγγων διάγνωσιν. ἐπεὶ δὲ
τῶν συστημάτων ἕκαστον ἐν τόπῳ τινὶ τῆς φωνῆς τεθὲν
μελῳδεῖται καί, καθ' αὑτὸ διαφορὰν οὐδεμίαν λαμβάνοντος
αὐτοῦ, τὸ γιγνόμενον ἐν αὐτῷ μέλος οὐ τὴν τυχοῦσαν
λαμβάνει διαφορὰν ἀλλὰ σχεδὸν τὴν μεγίστην, ἀναγκαῖον
ἂν εἴη τῷ τὴν εἰρημένην μεταχειριζομένῳ πραγματείαν
περὶ τοῦ τῆς φωνῆς τόπου καθόλου καὶ κατὰ μέρος εἰ-
πεῖν ἐφ' ὅσον ἐστὶ δίκαιον· ἐστὶ δ' ἐπὶ τοσοῦτον ἐφ' ὅσον
ἡ τῶν συστημάτων αὐτῶν σημαίνει φύσις. περὶ δὲ συστημά-
των καὶ τόπων οἰκειότητος καὶ τῶν τόνων λεκτέον οὐ πρὸς
τὴν καταπύκνωσιν βλέποντας καθάπερ οἱ ἁρμονικοὶ ἀλλὰ
τὴν πρὸς ἄλληλα μελῳδίαν τῶν συστημάτων οἷς ἐπὶ τίνων
τόνων κειμένοις μελῳδεῖσθαι συμβαίνει πρὸς ἄλληλα. περὶ τού-
του δὲ τοῦ μέρους ἐπὶ βραχὺ τῶν ἁρμονικῶν ἐνίοις συμβέ-
βηκεν εἰρηκέναι κατὰ τύχην, οὐ περὶ τούτου λέγουσιν ἀλλὰ
καταπυκνῶσαι βουλομένοις τὸ διάγραμμα, καθόλου δὲ οὐ-
δενὶ σχεδὸν ἐν τοῖς ἔμπροσθεν φανερὸν γεγένηται τοῦθ' ἡμῖν.
ἔστι δ' ὡς εἰπεῖν καθόλου τὸ μέρος τοῦτο τῆς περὶ μεταβο-
λῆς πραγματείας τὸ συντεῖνον εἰς τὴν περὶ μέλους θεωρίαν.
Τὰ μὲν οὖν τῆς ἁρμονικῆς καλουμένης ἐπιστήμης
μέρη ταῦτά τε καὶ τοσαῦτά ἐστι, τὰς δ' ἀνωτέρω τούτων
πραγματείας ᾗπερ εἴπομεν ἀρχόμενοι τελειοτέρου τινὸς ὑπο-
ληπτέον εἶναι. περὶ μὲν οὖν ἐκείνων ἐν τοῖς καθήκουσι
καιροῖς λεκτέον τίνες τ' εἰσὶ καὶ πόσαι καὶ ποία τις ἑκάστη
αὐτῶν, περὶ δὲ τῆς πρώτης νῦν πειρατέον διελθεῖν.
Πρῶτον μὲν οὖν ἁπάντων αὐτῆς τῆς κατὰ τόπον κι-
νήσεως τὰς διαφορὰς θεωρῆσαι τίνες εἰσὶ πειρατέον. πάσης
δὲ φωνῆς δυναμένης κινεῖσθαι τὸν εἰρημένον αὐτὸν τρόπον
δύο τινές εἰσιν ἰδέαι κινήσεως, ἥ τε συνεχὴς καὶ ἡ διαστη-
ματική. κατὰ μὲν οὖν τὴν συνεχῆ τόπον τινὰ διεξιέναι
φαίνεται ἡ φωνὴ τῇ αἰσθήσει οὕτως ὡς ἂν μηδαμοῦ ἱστα-
μένη μηδ' ἐπ' αὐτῶν τῶν περάτων κατά γε τὴν τῆς αἰσθή-
σεως φαντασίαν, ἀλλὰ φερομένη συνεχῶς μέχρι σιωπῆς,
κατὰ δὲ τὴν ἑτέραν ἣν ὀνομάζομεν διαστηματικὴν ἐναντίως
φαίνεται κινεῖσθαι· διαβαίνουσα γὰρ ἵστησιν αὑτὴν ἐπὶ
μιᾶς τάσεως εἶτα πάλιν ἐφ' ἑτέρας καὶ τοῦτο ποιοῦσα
συνεχῶς—λέγω δὲ συνεχῶς κατὰ τὸν χρόνον—ὑπερ-
βαίνουσα μὲν τοὺς περιεχομένους ὑπὸ τῶν τάσεων τό-
πους, ἱσταμένη δ' ἐπ' αὐτῶν τῶν τάσεων καὶ φθεγγομένη
ταύτας μόνον αὐτὰς μελῳδεῖν λέγεται καὶ κινεῖσθαι δια-
στηματικὴν κίνησιν. ληπτέον δὲ ἑκάτερον τούτων κατὰ τὴν
τῆς αἰσθήσεως φαντασίαν· πότερον μὲν γὰρ δυνατὸν ἢ
ἀδύνατον φωνὴν κινεῖσθαι καὶ πάλιν ἵστασθαι αὐτὴν ἐπὶ
μιᾶς τάσεως ἑτέρας ἐστὶ σκέψεως καὶ πρὸς τὴν ἐνεστῶσαν
πραγματείαν οὐκ ἀναγκαῖον τὸ [δὲ] κινῆσαι τούτων ἑκάτε-
ρον· ὁποτέρως γὰρ ἔχῃ, τὸ αὐτὸ ποιεῖ πρός γε τὸ χωρί-
σαι τὴν ἐμμελῆ κίνησιν τῆς φωνῆς ἀπὸ τῶν ἄλλων κινή-
σεων. ἁπλῶς γὰρ ὅταν μὲν οὕτω κινῆται ἡ φωνὴ ὥστε
μηδαμοῦ δοκεῖν ἵστασθαι τῇ ἀκοῇ, συνεχῆ λέγομεν ταύτην
τὴν κίνησιν· ὅταν δὲ στῆναί που δόξασα εἶτα πάλιν δια-
βαίνειν τίνα τόπον φανῇ καὶ τοῦτο ποιήσασα πάλιν ἐφ' ἑ-
τέρας τάσεως στῆναι δόξῃ καὶ τοῦτο ἐναλλὰξ ποιεῖν φαι-
νομένη συνεχῶς διατελῇ, διαστηματικὴν τὴν τοιαύτην
κίνησιν λέγομεν. τὴν μὲν οὖν συνεχῆ λογικὴν εἶναί φαμεν,
διαλεγομένων γὰρ ἡμῶν οὕτως ἡ φωνὴ κινεῖται κατὰ τόπον
ὥστε μηδαμοῦ δοκεῖν ἵστασθαι. κατὰ δὲ τὴν ἑτέραν ἣν
ὀνομάζομεν διαστηματικὴν ἐναντίως πέφυκε γίγνεσθαι· ἀλλὰ
γὰρ ἵστασθαί τε δοκεῖ καὶ πάντες τὸν τοῦτο φαινόμενον
ποιεῖν οὐκέτι λέγειν φασὶν ἀλλ' ᾄδειν. διόπερ ἐν τῷ δια-
λέγεσθαι φεύγομεν τὸ ἱστάναι τὴν φωνήν, ἂν μὴ διὰ πάθος
ποτὲ εἰς τοιαύτην κίνησιν ἀναγκασθῶμεν ἐλθεῖν, ἐν δὲ τῷ
μελῳδεῖν τοὐναντίον ποιοῦμεν, τὸ μὲν γὰρ συνεχὲς φεύ-
γομεν, τὸ δ' ἑστάναι τὴν φωνὴν ὡς μάλιστα διώκομεν. ὅσῳ
γὰρ ἂν μᾶλλον ἑκάστην τῶν φωνῶν μίαν τε καὶ ἑστηκυῖαν
καὶ τὴν αὐτὴν ποιήσωμεν, τοσούτῳ φαίνεται τῇ αἰσθήσει
τὸ μέλος ἀκριβέστερον. ὅτι μὲν οὖν δύο κινήσεων οὐσῶν
κατὰ τόπον τῆς φωνῆς ἡ μὲν συνεχὴς λογική τίς ἐστιν ἡ
δὲ διαστηματικὴ μελῳδική, σχεδὸν δῆλον ἐκ τῶν εἰρημένων.