spiroslyra Creative Commons License 2008.07.13 0 0 428

Aristoxenus Mus. : Elementa harmonica : Page 9, line 5

Εἶτ' ἀποδοτέον τὰς τῶν γενῶν διαφορὰς αὐτὰς τὰς ἐν
τοῖς κινουμένοις τῶν φθόγγων, ἀποδοτέον δὲ καὶ τοὺς τόπους
ἐν οἷς κινοῦνται. τούτων δ' οὐδεὶς περὶ οὐδενὸς πώποτ' ἔσχη-
κεν ἔννοιαν οὐδ' ἡντινοῦν, ἀλλὰ περὶ πάντων τῶν εἰρημέ-
νων αὐτοῖς ἡμῖν ἀναγκαῖον ἐξ ἀρχῆς πραγματεύεσθαι, παρει-
λήφαμεν γὰρ οὐδὲν περὶ αὐτῶν ἀξιόλογον.