spiroslyra Creative Commons License 2008.07.11 0 0 419

Aristoxenus Mus. : Elementa harmonica : Page 7, line 23

ἀναγκαῖον δ' εἰς
τὴν τούτων ξύνεσιν πρὸς τοῖς εἰρημένοις περί τ' ἀνέσεως
καὶ ἐπιτάσεως καὶ βαρύτητος καὶ ὀξύτητος καὶ τάσεως
εἰπεῖν τί ποτ' ἀλλήλων διαφέρουσιν. οὐδεὶς γὰρ οὐδὲν περὶ
τούτων εἴρηκεν, ἀλλὰ τὰ μὲν αὐτῶν ὅλως οὐδὲ νενόηται τὰ
δὲ συγκεχυμένως. μετὰ ταῦτα δὲ περὶ τῆς τοῦ βαρέος τε καὶ
ὀξέος διατάσεως λεκτέον πότερον εἰς ἄπειρον αὔξησίν τε καὶ
ἐλάττωσιν ἔχει ἢ οὒ ἢ πῇ μὲν πῇ δ' οὔ. τούτων δὲ διορισμέ-
νων περὶ διαστήματος καθόλου λεκτέον, ἔπειτα διαιρετέον
ὁσαχῶς δύναται διαιρεῖσθαι· εἶτα περὶ συστήματος· καθόλου
δὲ διελθόντα λεκτέον εἰς ὅσας πέφυκε τέμνεσθαι διαιρέσεις.