spiroslyra Creative Commons License 2008.07.09 0 0 403

Aristoxenus Mus. : Elementa harmonica : Page 6, line 12

καί τοι τὰ διαγράμματά γ' αὐτῶν ἐδήλου τὴν
πᾶσαν τῆς μελῳδίας τάξιν, ἐν οἷς περὶ συστημάτων ὀκτα-
χόρδων ἐναρμονίων μόνον ἔλεγον· περὶ δὲ τῶν ἄλλων
μεγεθῶν τε καὶ σχημάτων ἐν αὐτῷ τε τῷ γένει τούτῳ
καὶ τοῖς λοιποῖς οὐδεὶς οὐδ' ἐπεχείρει καταμανθάνειν, ἀλ-
λ' ἀποτεμνόμενοι τῆς ὅλης μελῳδίας τοῦ τρίτου γένους ἕν
τι [γένος] μέγεθος [δέ], τὸ διὰ πασῶν, περὶ τούτου πᾶσαν
πεποίηνται πραγματείαν.