spiroslyra Creative Commons License 2010.09.10 0 0 10883

Pl.Lg.810d;

Plato, Laws

Plat. Laws 7.810d

[810δ]
Κλεινίας
τί οὖν; τί περὶ τούτων νῦν καὶ ποῖόν τι πεπονθὼς λέγεις;

Ἀθηναῖος
ἐρῶ δή: στόμασι γὰρ πολλάκις μυρίοις ἐναντία λέγειν οὐδαμῶς εὔπορον.

Κλεινίας
τί δέ; σμικρὰ καὶ ὀλίγα δοκεῖ σοι τὰ ἔμπροσθεν ἡμῖν εἰρημένα περὶ νόμων κεῖσθαι τοῖς πολλοῖς ὑπεναντία;

Ἀθηναῖος
καὶ μάλα ἀληθὲς τοῦτό γε λέγεις: κελεύεις γὰρ δή με, ὡς ἐμοὶ φαίνεται, τῆς αὐτῆς ὁδοῦ ἐχθοδοποῦ γεγονυίας πολλοῖς—ἴσως δ᾽ οὐκ ἐλάττοσιν ἑτέροις προσφιλοῦς: εἰ δὲ

[810ε] ἐλάττοσιν, οὔκουν χείροσί γε—μεθ᾽ ὧν διακελεύῃ με παρακινδυνεύοντά τε καὶ θαρροῦντα τὴν νῦν ἐκ τῶν παρόντων λόγων τετμημένην ὁδὸν τῆς νομοθεσίας πορεύεσθαι μηδὲν ἀνιέντα.
Κλεινίας
τί μήν;

Ἀθηναῖος
οὐ τοίνυν ἀνίημι. λέγω μὴν ὅτι ποιηταί τε ἡμῖν εἰσίν τινες ἐπῶν ἑξαμέτρων πάμπολλοι καὶ τριμέτρων καὶ πάντων δὴ τῶν λεγομένων μέτρων, οἱ μὲν ἐπὶ σπουδήν, οἱ δ᾽ ἐπὶ γέλωτα ὡρμηκότες, ἐν οἷς φασι δεῖν οἱ πολλάκις μυρίοι τοὺς ὀρθῶς παιδευομένους τῶν νέων τρέφειν καὶ διακορεῖς ποιεῖν, πολυηκόους τ᾽ ἐν ταῖς ἀναγνώσεσιν ποιοῦντας καὶ

http://www.perseus.tufts.edu/hopper/text?doc=Perseus:text:1999.01.0165:book%3D7:section%3D810d