spiroslyra Creative Commons License 2010.08.26 0 0 10705

[ ἀναπηδήσας ἀνεβόα Μακεδονιστὶ καλῶν τοὺς ὑπασπιστάς· ]

[ erre felugrott és makedón nyelven testőreit szólította ]


Πλούταρχος

Βίοι Παράλληλοι: Αλέξανδρος


¨[50]Οὐ πολλῷ δ’ ὕστερον συνηνέχθη καὶ τὰ περὶ Κλεῖτον, οὕτω μὲν ἁπλῶς πυθομένοις τῶν κατὰ Φιλώταν ἀγριώτερα· λόγῳ μέντοι συντιθέντες ἅμα καὶ τὴν αἰτίαν καὶ τὸν καιρόν, οὐκ ἀπὸ γνώμης, ἀλλὰ δυστυχίᾳ τινὶ ταῦθ’ εὑρίσκομεν πεπραγμένα τοῦ βασιλέως, ὀργὴν καὶ μέθην πρόφασιν τῷ Κλείτου δαίμονι παρασχόντος. ἐπράχθη δ’ οὕτως. ἧκόν τινες ὀπώραν Ἑλληνικὴν ἀπὸ θαλάσσης τῷ βασιλεῖ κομίζοντες. ὁ δὲ θαυμάσας τὴν ἀκμὴν καὶ τὸ κάλλος, ἐκάλει τὸν Κλεῖτον, ἐπιδεῖξαι καὶ μεταδοῦναι βουλόμενος. ὁ δὲ θύων μὲν ἐτύγχανεν, ἀφεὶς δὲ τὴν θυσίαν ἐβάδιζε, καὶ τρία τῶν κατεσπεισμένων προβάτων ἐπηκολούθησεν αὐτῷ. πυθόμενος δ’ ὁ βασιλεὺς ἀνεκοινοῦτο τοῖς μάντεσιν Ἀριστάνδρῳ καὶ Κλεομένει τῷ Λάκωνι· φησάντων δὲ πονηρὸν εἶναι τὸ σημεῖον, ἐκέλευσεν ἐκθύσασθαι κατὰ τάχος ὑπὲρ τοῦ Κλείτου· καὶ γὰρ αὐτὸς ἡμέρᾳ τρίτῃ κατὰ τοὺς ὕπνους ἰδεῖν ὄψιν ἄτοπον· δόξαι γὰρ αὐτῷ τὸν Κλεῖτον μετὰ τῶν Παρμενίωνος υἱῶν ἐν μέλασιν ἱματίοις καθέζεσθαι, τεθνηκότων ἁπάντων. οὐ μὴν ἔφθασεν ὁ Κλεῖτος ἐκθυσάμενος, ἀλλ’ εὐθὺς ἐπὶ τὸ δεῖπνον ἧκε, τεθυκότος τοῦ βασιλέως Διοσκούροις. πότου δὲ νεανικοῦ συῤῥαγέντος, ᾔδετο ποιήματα Πρανίχου τινός, ὡς δέ φασιν ἔνιοι Πιερίωνος, εἰς τοὺς στρατηγοὺς πεποιημένα τοὺς ἔναγχος ἡττημένους ὑπὸ τῶν βαρβάρων ἐπ’ αἰσχύνῃ καὶ γέλωτι. τῶν δὲ πρεσβυτέρων δυσχεραινόντων καὶ λοιδορούντων τόν τε ποιητὴν καὶ τὸν ᾄδοντα, τοῦ δ’ Ἀλεξάνδρου καὶ τῶν περὶ αὐτὸν ἡδέως ἀκροωμένων καὶ λέγειν κελευόντων, ὁ Κλεῖτος ἤδη μεθύων, καὶ φύσει τραχὺς ὢν πρὸς ὀργὴν καὶ αὐθάδης, ἠγανάκτει μάλιστα, φάσκων οὐ καλῶς ἐν βαρβάροις καὶ πολεμίοις ὑβρίζεσθαι Μακεδόνας, πολὺ βελτίονας τῶν γελώντων, εἰ καὶ δυστυχίᾳ κέχρηνται. φήσαντος δὲ τοῦ Ἀλεξάνδρου τὸν Κλεῖτον αὑτῷ συνηγορεῖν, δυστυχίαν ἀποφαίνοντα τὴν δειλίαν, ἐπαναστὰς ὁ Κλεῖτος "αὕτη μέντοι ς’" εἶπεν "ἡ δειλία τὸν ἐκ θεῶν, ἤδη τῷ Σπιθριδάτου ξίφει τὸν νῶτον ἐπιτρέποντα, περιεποίησε, καὶ τῷ Μακεδόνων αἵματι καὶ τοῖς τραύμασι τούτοις ἐγένου τηλικοῦτος, ὥστ’ Ἄμμωνι σαυτὸν εἰσποιεῖν, ἀπειπάμενος Φίλιππον".
[51]Παροξυνθεὶς οὖν ὁ Ἀλέξανδρος "ἦ ταῦτ’" εἶπεν "ὦ κακὴ κεφαλὴ σὺ περὶ ἡμῶν ἑκάστοτε λέγων καὶ διαστασιάζων Μακεδόνας χαιρήσειν νομίζεις;" "ἀλλ’ οὐδὲ νῦν" ἔφη "χαίρομεν Ἀλέξανδρε, τοιαῦτα τέλη τῶν πόνων κομιζόμενοι, μακαρίζομεν δὲ τοὺς ἤδη τεθνηκότας, πρὶν ἐπιδεῖν Μηδικαῖς ῥάβδοις ξαινομένους Μακεδόνας, καὶ Περσῶν δεομένους ἵνα τῷ βασιλεῖ προσέλθωμεν". τοιαῦτα τοῦ Κλείτου παῤῥησιαζομένου, καὶ τῶν περὶ Ἀλέξανδρον ἀντανισταμένων καὶ λοιδορούντων αὐτόν, οἱ πρεσβύτεροι κατέχειν ἐπειρῶντο τὸν θόρυβον. ὁ δ’ Ἀλέξανδρος ἀποστραφεὶς πρὸς Ξενόδοχον τὸν Καρδιανὸν καὶ τὸν Κολοφώνιον Ἀρτέμιον, "οὐ δοκοῦσιν" εἶπεν "ὑμῖν οἱ Ἕλληνες ἐν τοῖς Μακεδόσιν ὥσπερ ἐν θηρίοις ἡμίθεοι περιπατεῖν;" τοῦ δὲ Κλείτου μὴ εἴκοντος, ἀλλ’ εἰς μέσον ἐᾶν ἃ βούλεται λέγειν τὸν Ἀλέξανδρον κελεύοντος, ἢ μὴ καλεῖν ἐπὶ δεῖπνον ἄνδρας ἐλευθέρους καὶ παῤῥησίαν ἔχοντας, ἀλλὰ μετὰ βαρβάρων ζῆν καὶ ἀνδραπόδων, οἳ τὴν Περσικὴν ζώνην καὶ τὸν διάλευκον αὐτοῦ χιτῶνα προσκυνήσουσιν, οὐκέτι φέρων τὴν ὀργὴν Ἀλέξανδρος, μήλων παρακειμένων ἑνὶ βαλὼν ἔπαισεν αὐτὸν καὶ τὸ ἐγχειρίδιον ἐζήτει. τῶν δὲ σωματοφυλάκων ἑνὸς Ἀριστοφάνους φθάσαντος ὑφελέσθαι, καὶ τῶν ἄλλων περιεχόντων καὶ δεομένων, ἀναπηδήσας ἀνεβόα Μακεδονιστὶ καλῶν τοὺς ὑπασπιστάς· τοῦτο δ’ ἦν σύμβολον θορύβου μεγάλου· καὶ τὸν σαλπιγκτὴν ἐκέλευσε σημαίνειν καὶ πὺξ ἔπαισεν ὡς διατρίβοντα καὶ μὴ βουλόμενον. οὗτος μὲν οὖν ὕστερον εὐδοκίμησεν, ὡς τοῦ μὴ συνταραχθῆναι τὸ στρατόπεδον αἰτιώτατος γενόμενος. τὸν δὲ Κλεῖτον οὐχ ὑφιέμενον οἱ φίλοι μόλις ἐξέωσαν τοῦ ἀνδρῶνος· ὁ δὲ κατ’ ἄλλας θύρας αὖθις εἰσῄει, μάλ’ ὀλιγώρως καὶ θρασέως Εὐριπίδου τὰ ἐξ Ἀνδρομάχης ἰαμβεῖα ταῦτα περαίνων·
οἴμοι, καθ’ Ἑλλάδ’ ὡς κακῶς νομίζεται.
Οὕτω δὴ λαβὼν παρά τινος τῶν δορυφόρων Ἀλέξανδρος αἰχμήν, ἀπαντῶντα τὸν Κλεῖτον αὐτῷ καὶ παράγοντα τὸ πρὸ τῆς θύρας παρακάλυμμα διελαύνει. πεσόντος δὲ μετὰ στεναγμοῦ καὶ βρυχήματος, εὐθὺς ἀφῆκεν ὁ θυμὸς αὐτόν, καὶ γενόμενος παρ’ ἑαυτῷ, καὶ τοὺς φίλους ἰδὼν ἀφώνους ἑστῶτας, ἑλκύσασθαι μὲν ἐκ τοῦ νεκροῦ τὴν αἰχμὴν ἔφθασε, παῖσαι δ’ ἑαυτὸν ὁρμήσας παρὰ τὸν τράχηλον ἐπεσχέθη, τῶν σωματοφυλάκων τὰς χεῖρας αὐτοῦ λαβόντων καὶ τὸ σῶμα βίᾳ παρενεγκόντων εἰς τὸν θάλαμον.
[52]Ἐπεὶ δὲ τήν τε νύκτα κακῶς κλαίων διήνεγκε, καὶ τὴν ἐπιοῦσαν ἡμέραν ἤδη τῷ βοᾶν καὶ θρηνεῖν ἀπειρηκὼς ἄναυδος ἔκειτο, βαρεῖς ἀναφέρων στεναγμούς, δείσαντες οἱ φίλοι τὴν ἀποσιώπησιν εἰσῆλθον βίᾳ. καὶ τῶν μὲν ἄλλων οὐ προσίετο τοὺς λόγους, Ἀριστάνδρου δὲ τοῦ μάντεως ὑπομιμνῄσκοντος αὐτὸν τήν τ’ ὄψιν ἣν εἶδε περὶ τοῦ Κλείτου καὶ τὸ σημεῖον, ὡς δὴ πάλαι καθειμαρμένων τούτων, ἔδοξεν ἐνδιδόναι.
Διὸ Καλλισθένην τε τὸν φιλόσοφον παρεισήγαγον, Ἀριστοτέλους οἰκεῖον ὄντα, καὶ τὸν Ἀβδηρίτην Ἀνάξαρχον. ὧν Καλλισθένης μὲν ἠθικῶς ἐπειρᾶτο καὶ πρᾴως ὑποδυόμενος τῷ λόγῳ καὶ περιϊὼν ἀλύπως λαβέσθαι τοῦ πάθους, ὁ δ’ Ἀνάξαρχος ἰδίαν τινὰ πορευόμενος ἐξ ἀρχῆς ὁδὸν ἐν φιλοσοφίᾳ, καὶ δόξαν εἰληφὼς ὑπεροψίας καὶ ὀλιγωρίας τῶν συνήθων, εὐθὺς εἰσελθὼν ἀνεβόησεν· "οὗτός ἐστιν Ἀλέξανδρος, εἰς ὃν ἡ οἰκουμένη νῦν ἀποβλέπει· ὁ δ’ ἔῤῥιπται κλαίων ὥσπερ ἀνδράποδον, ἀνθρώπων νόμον καὶ ψόγον δεδοικώς, οἷς αὐτὸν προσήκει νόμον εἶναι καὶ ὅρον τῶν δικαίων, ἐπείπερ ἄρχειν καὶ κρατεῖν νενίκηκεν, ἀλλὰ μὴ δουλεύειν ὑπὸ κενῆς δόξης κεκρατημένον". "οὐκ οἶσθ’" εἶπεν "ὅτι τὴν Δίκην ἔχει πάρεδρον ὁ Ζεὺς καὶ τὴν Θέμιν, ἵνα πᾶν τὸ πραχθὲν ὑπὸ τοῦ κρατοῦντος θεμιτὸν ᾖ καὶ δίκαιον;" τοιούτοις τισὶ λόγοις χρησάμενος ὁ Ἀνάξαρχος, τὸ μὲν πάθος ἐκούφισε τοῦ βασιλέως, τὸ δ’ ἦθος εἰς πολλὰ χαυνότερον καὶ παρανομώτερον ἐποίησεν, αὑτὸν δὲ δαιμονίως ἐνήρμοσε, καὶ τοῦ Καλλισθένους τὴν ὁμιλίαν, οὐδ’ ἄλλως ἐπίχαριν διὰ τὸ αὐστηρὸν οὖσαν, προσδιέβαλε.¨

http://el.wikisource.org/wiki/%CE%91%CE%BB%CE%AD%CE%BE%CE%B1%CE%BD%CE%B4%CF%81%CE%BF%CF%82#50
Előzmény: spiroslyra (10704)